Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.72.1 | Hdt. 2.73.4 (English) | >>Hdt. 2.76.1 |
2.73.2 φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ ὁ πατήρ . ἔστι δέ , εἰ τῇ γραφῇ παρόμοιος , τοσόσδε καὶ τοιόσδε · τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν τὰ δὲ ἐρυθρὰ ἐς τὰ μάλιστα · αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος .
2.73.3 τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες · ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ ,
2.73.4 κομίζειν δὲ οὕτω · πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν , μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα , ἐπεὰν δὲ ἀποπειρηθῇ , οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι , σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατʼ ὅ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα · ἐσκειμένου δὲ τοῦ πατρὸς γίνεσθαι τὠυτὸ βάρος · ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπʼ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν . ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν .
ch. 74
2.74.1
ch. 75
2.75.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.72.1 | Hdt. 2.73.4 (English) | >>Hdt. 2.76.1 |